Перевод: с греческого на все языки

со всех языков на греческий

ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι

  • 1 ἔνδον

    2 prep.
    a c. gen.

    πολλά μοι ὑπ' ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας O. 2.84

    πολιᾶς εἶπέ τιν' αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν γαῖαν O. 7.62

    τὸ μὲν παρ' ἆμαρ ἕδραισι Θεράπνας, τὸ δ οἰκέοντας ἔνδον Ὀλύμπου P. 11.64

    b c. dat.

    τράφε λιθίνῳ Ἰάσον' ἔνδον τέγει N. 3.54

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.44

    Lexicon to Pindar > ἔνδον

  • 2 εἰμί

    εἰμί ( εἰμί), [ἔσσι], ἐσσί, ἔστιν), ἐστίν), ἔσθ, εἰμέν, ἐντί, εἰσίν, ἔντι; εἴην, εἴη; ἔστω; ἐών, ἐόντα, ὄντα, ἐόντων, ἐοῖσα, ἐοῖσαν, ἐόντων; ἔμμεναι, ἔμμεν, [εἶναι codd.]: fut. ἔσομαι, ἔσσομαι, ἔσεται, ἔσσεται, ἔσται; ἐσσομένας gen., ἐσσόμενον, ἐσσόμενα; ἔσσεσθαι, ἔσεσθαι: impf. ἦν, ἔσαν, ἦσαν; ἔσκεν.)
    1 be. A
    1 c. predicative adj.
    a

    ἄπιστον ἐμήσατο πιστὸν ἔμμεναι O. 1.32

    τὸ πόρσω δ' ἐστὶ σοφοῖς ἄβατον κἀσόφοις O. 3.44

    θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς O. 4.13

    ἠὺ δ' ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν O. 5.16

    ἦν δὲ κλέος βαθύ O. 7.52

    φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ O. 7.56

    τερπνὸν δ' ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν O. 8.53

    μάτρωος δ' ἐκάλεσσέ μιν ἰσώνυμον ἔμμεν O. 9.64

    ὁ δὲ λόγος δόξαν φέρει, λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν P. 1.37

    γένοἰ οἷος ἐσσὶ μαθών P. 2.72

    [ ἀβάπτιστός εἰμι (codd.: εἶμι Schnitzer) P. 2.80]

    σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις ἔσσομαι P. 3.107

    ἔσομαι τοῖοςP. 4.156

    δίδυμαι γὰρ ἔσαν ζωαί P. 4.209

    πόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν οὔτ ἔσεται P. 5.54

    εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις ἀλεξιμβρότοις πεδιάδα πομπαῖς ἔμμεν ἱππόκροτον σκυρωτὰν ὁδόν P. 5.92

    ἐδόκησέν τε ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν P. 6.42

    κρυπταὶ κλαίδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτωνP. 9.39

    θεὸς εἴη ἀπήμων κέαρ P. 10.21

    θαμὰ δ' ἀλλοδαπῶν οὐκ ἀπείρατοι δόμοι ἐντί N. 1.24

    ἐστὶ δ' αἰετὸς ὠκὺς ἐν ποτανοῖς N. 3.80

    τὸ δ' ἐναντίον ἔσκεν N. 5.31

    σέο δὲ προπράον' ἔμμεν ξεῖνον ἀδελφεόν τ (Schr.: προπρεῶνα μέν codd.) N. 7.86 ξανθοκομᾶν Δαναῶν ἦσαν μέγιστοι <¯˘¯> N. 9.17

    ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ' ἦν οὐδ ἐργάτις I. 2.6

    ἐσσὶ γὰρ ὦν σοφός I. 2.12

    οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων I. 2.30

    ἰατὰ δ' ἐστὶ βροτοῖς σύν γ ἐλευθερίᾳ καὶ τά ( ἔστι Er. Schmid) I. 8.15 ἄλοχον εὐειδέα θέλων ἑκάτερος ἑὰν ἔμμεν (Tricl.: ἔμμεναι codex) I. 8.29 ἦν γὰρ τὸ πάροιθε φορητὰ sc. Delos fr. 33d. 1.

    νεόπολίς εἰμι Pae. 2.28

    ἄνιππός εἰμι Pae. 4.27

    λίαν μοι [δέο]ς ἔμπεδον

    εἴη κεν Pae. 4.49

    κατεκρίθης δὲ θνατοῖς ἀγανώτατος ἔμμεν Pae. 16.7

    = fr. 147 Schr. σῶμα δ' ἐστὶ θνατόν Παρθ. 1. 1. τί ἔρδων φίλος σοι εἴην, τοῦτ αἴτημί σε (<ἂνγτ; εἴην coni. Christ) fr. 155. 3. νὸκακ ἔμμεναι fr. 169. 17.
    b with infinitive added.

    ἦν δ' ἐσορᾶν καλός O. 8.19

    εἲην εὑρησιεπὴς ἀναγεῖσθαι O. 9.80

    ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι κέρδος αἰνῆσαιP. 4.139

    εἰμὶ δ' ἄσχολος ἀναθέμεν P. 8.29

    ἐμοὶ δὲ θαυμάσαι θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται ἔμμεν ἄπιστον P. 10.50

    καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι N. 5.18

    αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν I. 2.37

    c impersonal.

    ἀλλὰ μοιρίδιον ἦν P. 1.55

    2 c. pred. subs.

    ἦν Τάνταλος οὗτος O. 1.55

    Σικελίας ἔσαν ὀφθαλμός O. 2.9

    εἰ δ' εἴη μὲν Ὀλυμπιονίκας, τίνα κεν φύγοι ὕμνον; O. 6.4

    Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν πατρός, περὶ θνατῶν δ' ἔσεσθαι μάντιν ἐπιχθονίοις ἔξοχον O. 6.50

    ἐσσὶ γὰρ ἄγγελος ὀρθός ( εεσι Π: ἔστι vel εἶσι Wi<*>.) O. 6.90

    ἐκέλευσεν νεῦσαι μιν ἑᾷ κεφαλᾷ ἐξοπίσω γέρας ἔσσεσθαι O. 7.68

    φάτο δΕὐρύπυλος ἔμμεναιP. 4.34 οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις ἈφροδίταςP. 4.87Ποίαν γαῖαν, ὦ ξεῖν, εὔχεαι πατρίδ' ἔμμεν;” P. 4.98 καρτερὸς ὅρκος ἄμμιν μάρτυς ἔστω ΖεὺςP. 4.167

    ἐσσὶ δ' ἰατὴρ ἐπικαιρότατος P. 4.270

    βασιλεὺς ἐσσὶ P. 5.16

    Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς P. 9.14

    φίλτατον παρθενικαὶ πόσιν ἢ υἱὸν εὔχοντ, ὦ Τελεσίκρατες, ἔμμεν (sc. σε) P. 9.100

    πάτραν ἵν' ἀκούομεν, Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς πρόπολον ἔμμεναι N. 4.79

    οὐκ ἀνδριαντοποιός εἰμ N. 5.1

    ξεῖνός εἰμι N. 7.61

    φαῖμέν κε γείτον' ἔμμεναι νόῳ φιλήσαντ ἀτενέι γείτονι χάρμα πάντων ἐπάξιον N. 7.87

    ἀρχοὶ δοὐκ ἔτ' ἔσαν Ταλαοῦ παῖδες N. 9.14

    οὐ θαῦμα σφίσιν ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν N. 10.51

    πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ N. 10.58

    ἐσσί μοι υἱός” (Snell ἔσσι) N. 10.80

    φαίης κέ νιν ἄνδρ' ἐν ἀεθληταῖσιν ἔμμεν Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ ἀκόναν I. 6.72

    τί ἔλπεαι σοφίαν ἔμμεν (Bergk: εἶναι Stobaeus: om. Clem. Alex.) fr. 61. 1. ἐν ξυνῷ κεν εἴη συμπόταισίν τε γλυκερὸν κέντρον fr. 124. 2. εὐδαιμόνων δραπέτας οὐκ ἔστιν ὄλβος fr. 134. φὰν δ' ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνος fr. 243. as inf. of purpose,

    ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις, τέλος ἔμμεν ἄκρον P. 9.118

    Θέμιν Μοῖραι ἇγον σωτῆρος ἀρχαίαν ἄλοχον Διὸς ἔμμεν fr. 30. 6.
    3 emphatic, there is, are

    ἐντὶ γὰρ ἄλλαι ὁδῶν ὁδοὶ περαίτεραι O. 9.104

    ἐξ ὀνείρου δαὐτίκα ἦν ὕπαρ O. 13.67

    ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον P. 3.21

    δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν P. 4.63

    ὅσαι τεἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, τετόλμακε P. 5.116

    ἀλλ' ἔσται χρόνος οὗτος, ὃ P. 12.30

    ἔστι δ' ἐν εὐτυχίᾳ πανδοξίας ἄκρον N. 1.10

    εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται N. 7.74

    ἐχθρὰ δ' ἄρα πάρφασις ἦν καὶ πάλαι N. 8.32

    ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι N. 8.50

    ἔστι δέ τις λόγος ἀνθρώπων N. 9.6

    ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι N. 10.20

    τίς δὴ λύσις ἔσσεται πενθέων;” N. 10.77 οὐ γὰρ ἦν πενταέθλιον (Calliergus; ἦεν, ἦς codd.) I. 1.26

    ἔστιν δ' ἀφάνεια τύχας καὶ μαρναμένων I. 4.31

    τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν τάνδ' ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις (Boeckh: εἶναι codd.) I. 6.20

    οὐδ' ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις ἅτις οὐ Πηλέος ἀίει κλέος I. 6.24

    ]ον τέλος [ἔς]ται[ (ἔσσεται Σ̆{im}) Πα. 7C. 6. ἦν γάρ τι παλαίφατον[ fr. 140a. 69. “ἦν διακρῖναι ἰδόντ' λτ;οὐγτ; πολλὸς ἐν καιρῷ χρόνος” fr. 168. 6. χρυσέων βελέων ἐντὶ τραυματίαι ( ἔντι alii) fr. 223.
    4 c. dat. (= ἔχω.) πολλά μοι ὑπ' ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντὶ φαρέτρας (= ἐστί Boeckh, wrongly) O. 2.84 ἔστι δὲ καί τι θανόντεσσιν μέρος κὰν νόμον

    ἐρδόμενον O. 8.77

    πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν N. 6.45

    εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ N. 8.35

    ἔστι σοι τούτων λάχοςN. 10.85

    ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν ἦτορ I. 3.9

    ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος I. 4.1

    ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ ΤελαμώνI. 6.52 cf. also O. 12.1—2.
    5 be (situated)

    τοῖσι μὲν ἐξεύχετἐν ἄστει Πειράνας σφετέρου πατρὸς ἀρχὰν καὶ βαθὺν κλᾶρον ἔμμεν O. 13.62

    ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀίδαν βασιλέες ἱεροὶ ἐντί P. 5.98

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.45

    ἐντί τοι φίλιπποί ταὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας ἄνδρες N. 9.32

    κατ' Ὄλυμπον ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ ἔστι, καλλίστα θεῶν N. 10.18

    cf. B. 1.
    6 be, come to pass

    ὤρνυεν κάρυκας ἐόντα πλόον φαινέμεν παντᾷ P. 4.170

    χὤ τι μέλλει χὠπόθεν ἔσσεται, εὖ καθορᾷςP. 9.49
    7 c. gen.
    b possessive: be of, belong to

    γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας P. 3.60

    ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαὶ ὥριαι παιάνιδες. ἔντι[ (edd.: ἕντι codex: ἐντὶ legendum) Θρ. 3. 1—2. cf. I. 4.31
    8 c. ἐκ, ἀπό.
    a be, come from

    χρὴ δ' ἀπ Ἀθανᾶν τέκτον ἀεθληταῖσιν ἔμμεν N. 5.49

    τὸ γάρ ἐστι μόνον ἐκ θεῶν fr. 131b. 2.
    b be born of

    υἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμὲν αὐτορύτου ἔμμεναι P. 12.18

    B part.
    1 pres. part.
    a [† ἅμα (codd.: ἐόντα Maas) O. 1.104]

    θεὸς ἐπίτροπος ἐὼν O. 1.106

    ἐμὲ πρόφαντον σοφίᾳ ἐόντα O. 1.116

    οὔτε δύσηρις ἐὼν οὔτ' ὦν φιλόνικος O. 6.19

    ὡραῖος ἐὼν καὶ καλὸς O. 9.94

    οἷος ἐὼν θρέψεν

    ποτὲ P. 3.5

    Ἰόλαον ὑμνητὸν ἐόντα P. 11.61

    ἐὼν καλὸς ἔρδων τ' ἐοικότα μορφᾷ N. 3.19

    Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν N. 3.37

    Ἀχιλεὺς παῖς ἐὼν ἄθυρε N. 3.44

    κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν N. 6.17

    πομπαῖς θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις N. 7.47

    εἰ γάρ σφίσιν ἐμπεδοσθενέα βίοτον διαπλέκοις εὐδαίμον' ἐόντα N. 7.100

    θυμὸς ἄτολμος ἐών N. 11.32

    Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει I. 1.30

    ἐὼν καλὸς I. 2.4

    θεότιμος ἐών I. 6.13

    ]βαρβι[τί]ξαι θυμὸν ἀμβλὺν ὄντα καὶ φωνὰν ἐν οἴνῳ[ (forma valde dubia: v.l. ἀμβλύνοντα) fr. 124d.
    b where the part. is concessive.

    σὺν δ' ἀνάγκᾳ μιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν P. 1.52

    καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον P. 4.265

    καὶ πολυκλείταν περ ἐοῖσαν ὅμως Θήβαν ἐπασκήσει fr. 194. 4.
    c where the part. is conditional.

    ἀξιωθείην κεν, ἐὼν Θρασύκλου Ἀντία τε σύγγονος, Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων N. 10.39

    d following

    φαίνομαι. θαυμαστὸς ἐὼν φάνη O. 9.96

    ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ συνιείς N. 4.30

    cf. P. 4.170
    e c. adv., being (situated) cf. A. 5 supra.

    εὐθὺν δὲ πλόον καμάτων ἐκτὸς ἐόντα δίδοι O. 6.104

    εἶδον γὰρ ἑκὰς ἐὼν P. 2.54

    ἐὼν δ' ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ ἀνήρ N. 7.64

    ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐὼνN. 10.87
    f subs., n. pl., goods, possessions

    οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλ' ἐόντων εὖ τε παθεῖν N. 1.32

    ]

    ἑκὰς ἐόντων Pae. 4.35

    m. pl., living ( φάμα· ἅ τε ὤπασεν τοιάδε τῶν τότ' ἐόντων φύλλ ἀοιδᾶν (ὡς ἄλλων ἐγκωμιακότων ποιητῶν. Σ.) I. 4.27
    2 fut. part.
    a

    ἀμφὶ πράξιος ἐσσομένας O. 12.8

    b subs.

    τά τ' ἐσσόμενα τότ ἂν φαίην σαφές O. 13.103

    ἐσσόμενον προιδεῖν συγγενὲς οἷς ἕπεται N. 1.27

    C various impersonal usages.
    a in wishes, εἴη c. (dat., acc. &) inf.

    εἴη σέ τε πατεῖν, ἐμέ τε ὁμιλεῖν O. 1.115

    εἴη, Ζεῦ, τὶν εἴη ἀνδάνειν P. 1.29

    φίλον εἴη φιλεῖν P. 2.83

    ἁδόντα δεἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν P. 2.96

    ( ῥῆμα)

    τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ Τιμασάρχου τε πάλᾳ ὕμνου προκώμιον εἴη N. 4.11

    εἴη μιν ἔρνεσι φράξαι χεῖρα I. 1.64

    εἴη δὲ τρίτον σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαῖς I. 6.7

    εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν fr. 127. 1.
    b c. adj., part. & inf.

    ἔστι δἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά O. 1.35

    ἦν ὅτι νιν πεπρωμένον ἀμπνεῦσαι καπνόν O. 8.33

    θέσφατον ἦν Πελίαν θανέμεν P. 4.71

    φαντὶ δἔμμεν τοῦτ' ἀνιαρότατον, καλὰ γινώσκοντ ἀνάγκα ἐκτὸς ἔχειν πόδα P. 4.287

    ἔστι δἐοικὸς ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν ὠαρίωνα νεῖσθαι N. 2.10

    συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι αἷμἀπὸ Σπάρτας N. 11.33

    πεπρωμένον ἦν, φέρτερον πατέρος ἄνακτα γόνον τεκεῖν ποντίαν θεόν I. 8.32

    d c. dat. (& inf.?): it is one's duty ἔστι μοι πατρίδ' ἀρχαίαν κτενὶ Πιερίδ[ων (supp. Lobel: ἀγάλλειν supp. Snell, e. g.) fr. 215. 5.
    e ἔστιν ὅτε, ἦν ὅτε, there is, was a time when ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον fr. 83. subordinate verb suppressed: ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις, ἔστι δοὐρανίων ὑδάτων sometimes O. 11.1—2. ἔσθ' ὅτε πιστόταται σιγᾶς ὁδοί fr. 180.
    f οὐκ ἔστιν ὅπως, it is impossible that οὐ γὰρ ἔσθ' ὅπως τὰ θεῶν βουλεύματ ἐρευνάσει βροτέᾳ φρενί fr. 61. 3. D dub. † ἔστι δέ τοι χέκωνκακίει καπνός ( ἔτι coni. Heyne) fr. 185. fragg. ]

    έμμεν ἁλίῳ κυ[ Pae. 6.149

    ἔσσεται γὰρ ἁδυ[ Pae. 21.13

    ]ὅτ' ἦσαν [fr. 111a. 3. ἐμμεν[ ?fr. 338. 3.

    Lexicon to Pindar > εἰμί

  • 3 τις

    τῐς (τις, τινός, τινί, τινα), τινές; τι, τινί, τι.) A subs.
    1 anyone, anything
    a εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν (τι supp. byz., om. codd.: κε Turyn.: λελαθέμεν Mommsen) O. 1.64 τά κέ τις ἀνώνυμον γῆρας ἕψοι; O. 1.82 τί δέ τις; τί δ' οὔ τις; P. 8.95

    συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει N. 3.40

    ἐν δὲ πείρᾳ τέλος διαφαίνεται ὧν τις ἐξοχώτερος γένηται N. 3.71

    ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν N. 4.32

    μαθὼν δέ τις ἀνερεῖ N. 7.68

    ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν N. 8.19

    ἐμπείρων δέ τις ταρβεῖ fr. 110.
    b c. neg.

    σύμβολον δ' οὔ πώ τις ἐπιχθονίων πιστὸν εὗρεν O. 12.7

    πόθον ἔνδαιεν Ἥρα ναὸς Ἀργοῦς μή τινα λειπόμενον μένειν P. 4.185

    μήτ' ὦν τινι πῆμα πορών P. 4.297

    πόνων δ' οὔ τις ἀπόκλαρός ἐστιν P. 5.54

    οὔτε τι μεμπτὸν οὔτ' ὦν μεταλλακτόν (sc. τῶν ἐπὶ ταῖς τραπέζαις) fr. 220. 1.
    c c. gen.

    ἐμοὶ δ' ἄπορα γαστρίμαργον μακάρων τιν εἰπεῖν O. 1.52

    add. neg., O. 12.7, P. 1.49, P. 3.103, fr. 109.
    2 someone, something
    a

    τὰ δ' ἀλιτρὰ κατὰ γᾶς δικάζει τις O. 2.59

    ἄπονον δ' ἔλαβον χάρμα παῦροί τινες O. 10.22

    ἔπορε μόχθῳ βραχύ τι τερπνόν O. 10.93

    σὺν δ' ἀνάγκᾳ μιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν P. 1.52

    ἄγει δὲ χάρις φίλων ποί τινος ἀντὶ ἔργων ὀπιζομένα (codd.: ποίνιμος coni. Spiegel) P. 2.17 [ τινες ἑλκόμενοι (coni. Sheppard: τινος codd.) P. 2.90]

    ἤ τινα Λατοίδα κεκλημένον ἢ πατέρος P. 3.67

    ὁ δὲ καλόν τι νέον λαχὼν P. 8.88

    τοῖσι τέλειον ἐπ' εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν P. 9.89

    ἐμὲ δ' οὖν τις ἀοιδᾶν δίψαν ἀκειόμενον πράσσει χρέος P. 9.103

    ἀλλ' ἔσται χρόνος οὗτος, ὃ καί τιν ἀελπτίᾳ βαλὼν ἔμπαλιν γνώμας τὸ μὲν δώσει τὸ δ οὔπω P. 12.31

    ποτίφορον δὲ κόσμον ἔλαχες γλυκύ τι γαρυέμεν N. 3.32

    ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ σεμνὸν ἔπεστί τι N. 7.23

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι I. 4.41

    γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον I. 8.8

    ὁ δὲ καλόν τι πονήσαις Pae. 2.66

    ἐλαύνεις τι νεώτερον ἢ πάρος; Pae. 9.6

    μνάσει δὲ καί τινα ναίο[ν]θ' ἑκὰς ἡρωίδος θεαρίας (may refer to a particular person or generally to absentees, Lobel) Πα. 1. 3. γλυκύ τι κλεπτόμενον μέλημα Κύπριδος fr. 217. c. impv.,

    μακρά μοι αὐτόθεν ἅλμαθ' ὑποσκάπτοι τις N. 5.20

    ἐγκιρνάτω τίς μιν N. 9.50

    μαρνάσθω τις I. 5.54

    Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὦ νέοι, καμάτων ἀνεγειρέτω κῶμον I. 8.1

    cf. fr. 109, I. 8.66, Pae. 1.2
    b c. gen.

    ἔννεπε κρυφᾷ τις αὐτίκα φθονερῶν γειτόνων O. 1.47

    εἰ δέ τις ἤδη λέγει ἕτερόν τιν' ἀν Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον P. 2.60

    ὀπιζομένων δ' ἔμπας τις εἶπεν καὶ τόδε P. 4.86

    καί τινα σὺν πλαγίῳ ἀνδρῳν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶσέ νιν δώσειν μόρῳ (v. Radt, Mnem., 1966, 169) N. 1.64

    ποντίαν χρυσαλακάτων τινὰ Νηρείδων πράξειν ἄκοιτιν N. 5.36

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.44

    ἁλίκων τῶ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον I. 8.66

    πλέον τι λαχών (sc. Ζεύς) fr. 35a. τῶ[ν.. Λο]κρῶν τις fr. 140b. 4.
    3
    a εἴ τις, cf. B. c, C. a.

    εἰ δέ μιν ἔχων τις οἶδεν τὸ μέλλον O. 2.56

    ὑγίεντα δ' εἴ τις ὄλβον ἄρδει O. 5.23

    πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ O. 6.11

    φιάλαν ὡς εἴ τις δωρήσεται O. 7.1

    παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν' ἔχει λόγον ἀνθρώπων πέρι O. 8.4

    εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι O. 11.4

    ἄνεται πάντα βροτοῖς, εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ O. 14.7

    εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν P. 1.87

    εἰ δέ τις ἤδη λέγει P. 2.58

    μεμάντευμαι δ' ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τιP. 4.164

    εἰ γάρ τις ὄζους ἐξερείψειεν P. 4.263

    κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι P. 8.14

    εἰ γάρ τις ἐσλὰ πέπαται P. 8.73

    εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις P. 9.93

    εἴ τις ἄκρον ἑλὼν ὕβριν ἀπέφυγεν ( εἴ τις codd.: τίς Homan) P. 11.55

    εἰ δὲ τύχῃ τις ἔρδων N. 7.11

    εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους N. 11.13

    εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον I. 1.67

    εἴ τις ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.34

    τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι I. 4.41

    τὰ μακρὰ δ' εἴ τις παπταίνει I. 7.43

    εἰ δέ τις ἀρκέων φίλοις, ἐχθροῖσι τραχὺς ὑπαντιάζει Pae. 2.31

    c. gen.,

    λαγέταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν' ἀνθρώπων, ὁ μέγας πότμος P. 3.86

    εἰ δὲ νόῳ τις ἔχει θνατῳν ἀλαθείας ὁδόν P. 3.103

    εἴ τις ἀνδρῶν κατέχει φρασὶν αἰανῆ κόρον I. 3.1

    εἰ γάρ τις ἀνθρώπων πράσσει θεοδμάτους ἀρετὰς I. 6.10

    b

    ὁπόταν τις τὺ δ' ὁπόταν τις ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ P. 8.8

    4
    a

    πᾶς τις γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται I. 1.49

    b τις, many a one

    ἦ τιν' ἄγλωσσον μέν, ἦτορ δ ἄλκιμον, λάθα κατέχει ἐν λυγρῷ νείκει N. 8.24

    c. gen.,

    καὶ ὑψιφρόνων τιν' ἔκαμψε βροτῶν P. 2.51

    [cf. N. 1.64] ἀελλοπόδων μέν τιν' εὐφραίνοισιν ἵππων τιμαὶ καὶ στέφανοι, τοὺς δὲ πολυχρύσοις θαλάμοις βιοτά, τέρπεται δὲ καί τις ἐπ οἶδμ ἅλιον ναὶ θοᾷ διαστείβων (bis) fr. 221.
    d each

    σὺν δ' ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον P. 9.116

    τὸ κοινόν τις ἀστῶν ἐν εὐδίᾳ τιθεὶς ἐρευνασάτω φάος fr. 109. 1. τὰ δ' αὐτὸς ἀντιτύχῃ, ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι (Mingarelli: ἄν τις τύχῃ codd.) N. 4.91—2. B adj.,
    a a, any

    ὅταν τις βροτήσιος ἀνὴρ αὐτὸν ἀνάγῃ P. 5.2

    ὦναξ, ἑκόντι δ' εὔχομαι νόῳ κατά τιν ἁρμονίαν βλέπειν ἀμφ ἕκαστον ὅσα νέομαι P. 8.68

    κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ περιβάλλει P. 9.87

    ἐπαοιδαῖς δ' ἀνὴρ νώδυνον καί τις κάματον θῆκεν N. 8.50

    add. neg.,

    πέποιθα δὲ ξένον μή τιν' δαιδαλωσέμεν O. 1.104

    πεῖρας οὔ τι θανάτου O. 2.31

    τεκεῖν μή τιν' πόλιν ἄνδρα μᾶλλον εὐεργέταν O. 2.93

    ἀντεβόλησεν τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον O. 13.31

    ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία λτ;πλεόνωνγτ; ταμίαν N. 6.25

    ἀσκὸς δ' οὔτε τις ἀμφορεὺς ἐλίνυεν δόμοις *fr. 104b. 4.*
    b some, some sort of

    Μοῖρ' ἐπί τι καὶ πῆμ ἄγει O. 2.37

    αἰτέων λαοτρόφον τιμάν τιν' ἑᾷ κεφαλᾷ O. 6.60

    δόξαν ἔχω τιν' ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας O. 6.82

    ἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος O. 7.45

    εἶπέ τιν' αὐτὸς ὁρᾶν γαῖαν O. 7.62

    τεθμὸς δέ τις ἀθανάτων O. 8.25

    ἔστιν δὲ καί τι θανόντεσσιν μέρος O. 8.77

    σύν τινι μοιριδίῳ παλάμᾳ O. 9.25

    στάθμας δέ τινος ἑλκόμενοι περισσᾶς ( τινες coni. Sheppard) P. 2.90 μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόνP. 4.155

    καί τινα οἶμον ἴσαμι βραχύν P. 4.247

    οὐ θεῶν ἄτερ ἀλλὰ Μοῖρά τις ἄγεν P. 5.76

    ἤ μέ τις ἄνεμος ἔξω πλόου ἔβαλεν P. 11.39

    σπεῖρέ νυν ἀγλαίαν τινὰ νάσῳ (= ἀγλαίας τι, Radt) N. 1.13

    ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν μὴ χαμαὶ σιγᾷ καλύψαι N. 9.6

    παθόντες πού τι φιλόξενον ἔργον (cf. C. b.) I. 2.24

    ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς γε Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός I. 8.10

    ἀπήμονα εἰς ὄλβον τινὰ τράποιο Θήβαις, ὦ πότνια, πάγκοινον τέρας Pae. 9.9

    πολέμοιο δὲ σᾶμα φέρεις τινός; Pae. 9.13

    ἐκράνθην ὑπὸ δαιμονίῳ τινὶ ( δείματι e. g. supp. Wil.) Πα.. 3. ἄνδρες θήν τινες ἀκκιζόμενοι νεκρὸν ἵππον στυγέοισι fr. 203. 1.

    εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος O. 6.16

    ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον P. 2.13

    [ τις = quidam, cannot be shown to be a valid meaning in Pindar: it is a possibility in the following places, O. 6.82, O. 7.45, O. 9.25, P. 2.90, P. 4.247, N. 9.6, fr. 203. 1, v. supra.]
    c

    εἴ τις εἰ δὲ δή τιν' ἄνδρα ἐτίμασαν O. 1.54

    εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεται λαθέμεν O. 1.64

    Μοῖραι δ' ἀφίσταντ, εἴ τις ἔχθρα πέλειP. 4.145

    εἰ δὲ τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν P. 3.63

    εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται P. 12.28

    εἰ δέ τις ἀνθρώποισι θεόσδοτος ατληκηκοτας προστύχῃ fr. 42. 5.

    εἰ καί τι Διωνύσου ἄρουρα φέρει βιόδωρον ἀμαχανίας ἄκος Pae. 4.25

    c. gen., κεἴ μοί τιν' ἄνδρα τῶν θανόντων fr. 4, cf. C. a. C adv., τι
    a c. εἰ, εἴπερ, in any way

    εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν O. 1.18

    φίλια δῶρα Κυπρίας ἄγ' εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεταιO. 1.75

    εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν P. 1.90

    εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον N. 7.75

    εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι N. 7.87

    b c. που, somehow or other

    καί πού τι καὶ βροτῶν φάτις O. 1.28

    οὔ τί που οὗτος ἈπόλλωνP. 4.87, cf. I. 2.24
    c qualifying vb., somehow

    ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν νόον ἤτοι φύσιν ἀθανάτοις N. 6.4

    νέᾳ δ' εὐπραγίᾳ χαίρω τι· τὸ δ ἄχνυμαι to some degree P. 7.18 [ τί οἱ (codd. contra metr.: τῷ Mingarelli.) N. 10.15] D fragg. ]ει τις ἄτερθεν[ Πα. 13. b. 13. ]ιν τοία τις εμ[ Πα. 13. c. 1. τί κέ τις εσχ[ Δ. 4. b. 11. ]και τι πατ[ Θρ. 5. b. 5. ἦν γὰρ τι παλαίφατον[ fr. 140a. 69 (43).

    Lexicon to Pindar > τις

  • 4 ἄλσος

    1 precinct, sanctuary, domain (cf. Strabo, 9. 2. 33, οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντες τὰ ἱερὰ πάντα, κἂν ᾖ ψιλά· τοιοῦτόν ἐστι καὶ... fr. 51a.; but trees are implied in O. 8.9, Pae. 18.2) (ἄλσος, -ει, -ος, -ος; -έων, -εα) Διὸς αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα at Olympia O. 3.18 ἀείδει μὲν ἄλσος ἁγνὸν τὸ τεὸν temple of Athene in Kamarina O. 5.10 τεῦξαν δ' ἀπύροις ἱεροῖς ἄλσος ἐν ἀκροπόλει temple of Athene in Lindos O. 7.49

    ἀλλὦ Πίσας εὔδενδρον ἐπ' Ἀλφεῷ ἄλσος O. 8.9

    σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ sanctuary of Zeus at Olympia O. 10.45

    Αἰακιδᾶν τ' εὐερκὲς ἄλσος O. 13.109

    κτίσεν δ' ἄλσεα μείζονα θεῶν P. 5.89

    Νεμεαίου ἐν πολυυμνήτῳ Διὸς ἄλσει N. 2.5

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι of Apollo at Delphi N. 7.44 γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς ἄλσος at Olympia I. I. 2.28

    τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα I. 1.57

    καὶ μυχοὺς διζάσατο βαλλόμενος κρηπῖδας ἀλσέων (sc. Ἀπόλλων.) fr. 51a. 4. κατέβαν στεφάνων καὶ θαλιᾶν τροφὸν ἄλσος Ἀπόλλωνος at Delphi Πα.. 1. ὦ Κύπου δέσποινα, τεὸν δεῦτ' ἐς ἄλσος φορβάδων κορᾶν ἀγέλαν λτ;γτ;ενοφῶν ἐπάγαγ temple of Aphrodite Ourania at Corinth fr. 122. 18. ἐν Τυν] δαριδᾶν ἱερῷ [τεμέ]νει πεφυτευμένον ἄ[λσος (supp. Lobel.) at Argos Pae. 18.2 cf. Σ. fr. 140a. 13. met., κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος (τοὺς οἴκους φησὶ τὸ ἑστάναι ὡς τὰ ἄλση. Σ.) O. 5.13

    Lexicon to Pindar > ἄλσος

  • 5 λοιπός

    λοιπός (-ός, -ῷ, -όν, -οῖς; -όν nom., acc.)
    1 future, yet to be.

    λοιπὸν ἀμφὶ βίοτον O. 1.97

    ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον λοιπῷ γένει O. 2.15

    θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς O. 4.13

    ἀλλ' ἐμὲ χρὴ καὶ σὲ ὑφαίνειν λοιπὸν ὄλβον” (i. e. ὄλβον εἰς τὸ λοιπόν) P. 4.141

    ὁ δὲ λοιπὸς εὔφρων ποτὶ χρόνος ἕρποι N. 7.67

    ἐς δὲ τὸν λοιπὸν χρόνον ἥροες ἁγνοὶ πρὸς ἀνθρώπων καλέονται fr. 133. 5. pro subs., Ὅμηρος αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν (τοῖς μετὰ ταῦτα. Σ.) I. 4.39 n. s. pro adv., in, for the future,

    ὁ δὲ λόγος δόξαν φέρει λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτάν P. 1.37

    τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ τέλλετο P. 4.256

    c. art.,

    τὸ νῦν τε καὶ τὸ λοιπὸν P. 5.118

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.45

    Lexicon to Pindar > λοιπός

  • 6 χρή

    χρή (impers., χρή: impf. ἐχρῆν, χρῆν: cf. χράω, χρεών.)
    1 it is necessary c. (acc. &) inf.

    ἐμὲ δὲ στεφανῶσαι κεῖνον χρὴ O. 1.103

    ἀρχομένου δ' ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές O. 6.3

    χρὴ τοίνυν πύλας ὕμνων ἀναπιτνάμεν αὐταῖς O. 6.27

    ἀλλ' ἐμὲ χρὴ φράσαι O. 8.74

    παρὰ σκοπὸν οὐ χρὴ τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν O. 13.94

    χρὴ δὲ κατ' αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον P. 2.34

    χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν P. 2.88

    χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν P. 3.59

    χρὴ πρὸς μακάρων τυγχάνοντ' εὖ πασχέμεν P. 3.103

    σάμερον μὲν χρή σε παρ' ἀνδρὶ φίλῳ στᾶμεν P. 4.1

    ἀλλ' ἐμὲ χρὴ καὶ σὲ ὑφαίνεινP. 4.141

    χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν P. 4.271

    εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι, ἐρέωP. 9.50

    χρὴ δ' ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ N. 1.25

    χρὴ δ' ἀπ Ἀθανᾶν τέκτον ἀεθληταῖσιν ἔμμεν N. 5.49

    ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν. ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.44

    κερδέων δὲ χρὴ μέτρον θηρευέμεν N. 11.47

    χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον μὴ φθονεραῖσι φέρειν γνώμαις I. 1.43

    εὐκλέων δ' ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν, χρὴ δὲ κωμάζοντ' ἀγαναῖς χαρίτεσσιν βαστάσαι (bis) I. 3.7—8.

    χρὴ δὲ πᾶν ἔρδοντ' ἀμαυρῶσαι τὸν ἐχθρόν I. 4.48

    χρὴ δ' ἀγαθὰν ἐλπίδ ἀνδρὶ μέλειν. χρὴ δ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν (bis) I. 8.15—6. καλῶν μὲν ὦν μοῖράν τε τερπνῶν ἐς μέσον χρὴ παντὶ λαῷ δεικνύναι fr. 42. 4.

    χρὴ δ' ἄνδρα τοκεῦσιν φέρειν βαθύδοξον αἶσαν Pae. 2.57

    περὶ δ ὑψικόμῳ Ἑλένᾳ χρῆν ἄρα Πέργαμον εὐρὺν ἀιστῶσαι σέλας αἰθομένου πυρός Pae. 6.96

    ἀνδρὸς δ οὔτε γυναικός, ὧν θάλεσσιν ἔγκειμαι, χρή με λαθεῖν ἀοιδὰν πρόσφορον Παρθ. 2. 3. χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ fr. 123. 1. κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν fr. 234.

    Lexicon to Pindar > χρή

  • 7 κρέων

    1 royal, king

    Δὶ καὶ κρέοντι σὺν Αἰακῷ P. 8.99

    ἄρχε δ' οὐρανοῦ πολυνε- φέλα κρέοντι, θύγατερ, δόκιμον ὕμνον i. e. to Zeus N. 3.10

    βία Φώκου κρέοντος N. 5.12

    ἐχρῆν δέ τιν' ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι N. 7.45

    Lexicon to Pindar > κρέων

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»